Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.7 Dem. 39.10 (English) >>Dem. 39.13

39.9τί δʼ, ἂν ἄλλη τις ἀρχὴ καθιστῇ λῃτουργεῖν, οἷον ἄρχων, βασιλεύς, ἀθλοθέται, τί σημεῖον ἔσται πότερον καθιστᾶσιν; προσπαραγράψουσι νὴ Δία τὸν ἐκ Πλαγγόνος, ἂν σὲ ἐγγράφωσιν, ἂν δʼ ἐμέ, τῆς ἐμῆς μητρὸς τοὔνομα. καὶ τίς ἤκουσε πώποτε, κατὰ ποῖον νόμον προσπαραγράφοιτʼ ἂν τοῦτο τὸ παράγραμμα ἄλλο τι πλὴν πατὴρ καὶ δῆμος; ὧν ὄντων ἀμφοῖν τῶν αὐτῶν πολλὴ ταραχὴ συμβαίνει. 39.10φέρε, εἰ δὲ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος, τί ἂν ποιοῖμεν; βαδίζοιμεν ἂν ἄμφω; τῷ γὰρ ἔσται δῆλον πότερον σὲ κέκληκεν ἐμέ; πρὸς Διός, ἂν δʼ ἀρχὴν ἡντινοῦν πόλις κληροῖ, οἷον βουλῆς, θεσμοθέτου, τῶν ἄλλων, τῷ δῆλος λαχὼν ἡμῶν ἔσται; πλὴν εἰ σημεῖον, ὥσπερ <ἂν> ἄλλῳ τινί, τῷ χαλκίῳ προσέσται· καὶ οὐδὲ τοῦθʼ ὁποτέρου ἐστὶν οἱ πολλοὶ γνώσονται. οὐκοῦν μὲν ἑαυτόν, ἐγὼ δʼ ἐμαυτὸν φήσω τὸν εἰληχότʼ εἶναι. 39.11λοιπὸν εἰς τὸ δικαστήριον ἡμᾶς εἰσιέναι. οὐκοῦν ἐφʼ ἑκάστῳ τούτων δικαστήριον ἡμῖν πόλις καθιεῖ, καὶ τοῦ μὲν κοινοῦ καὶ ἴσου, τοῦ τὸν λαχόντʼ ἄρχειν, ἀποστερησόμεθα, ἀλλήλους δὲ πλυνοῦμεν, καὶ τῷ λόγῳ κρατήσας ἄρξει. καὶ πότερʼ ἂν βελτίους εἴημεν τῶν ὑπαρχουσῶν δυσκολιῶν ἀπαλλαττόμενοι, καινὰς ἔχθρας καὶ βλασφημίας ποιούμενοι; ἃς πᾶσʼ ἀνάγκη συμβαίνειν, ὅταν ἀρχῆς τινος ἄλλου πρὸς ἡμᾶς αὐτοὺς ἀμφισβητῶμεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.7 Dem. 39.10 (English) >>Dem. 39.13

Powered by PhiloLogic